Ancient Greek
109.1
Eudemus, Fragmenta 109.1
Unproofread scanNot analysed yet
αὐτὰ ἡρεμεῖν. ἐν γὰρ τῷ αὐτῷ τῶφ χρόνον τινὰ ἔσται καὶ αὐτὰ καὶ τὰ μέρη, ὡστ’ ἡρεμήσει ἅμα καὶ κινήσεται. πρῶτον μὲν γὰρ τὰ μέρη οὐχ ἔστιν ἐν τῷ αὐτῷ οὐδένα χρόνον, εἶτα καὶ τὸ ὅλον μεταβάλλει ἀεὶ εἰς ἕτερον· οὐ γὰρ ἡ αὐτὴ ἔστιν ἡ ἀπὸ τοῦ A λαμβανομένη περιφέρεια καὶ ἡ ἀπὸ τοῦ B καὶ τοῦ Γ καὶ τῶν ἄλλων ἑκάστου σημείων, πλὴν ὡς ὁ μουσικὸς ἄνθρωπος καὶ ἄνθρωπος, ὅτι συμβέβηκεν. ὥστε μεταβάλλει ἀεὶ ἡ ἑτέρα εἰς τὴν ἑτέραν καὶ οὐδέποτε ἡρεμήσει. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς σφαίρας καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐν αὐτοῖς κινουμένων.