Ancient Greek
109.2
Eudemus, Fragmenta 109.2
Unproofread scanNot analysed yet
Simplicius fol. 238b. seq. Ὅτι μὲν ἐπὶ πρὸς λόγον ἐνίσταταί 10 τινα τῶν ἀναφύντων τὴν κίνησην, δῆλον ἐκ τοῦ καὶ τὸ πρὸ τούτου ἐπχείρημα ὡς ἀκόλουθον τοῖς πρὸς τὸν Ζήνωνα εἰρημένοις οὕτως ἀρξασθαι· οὐδὲ δὴ κατὰ τὴν ἐν ἀντιφάσει μεταβολὴν οὐδὲν ἡμῖν ἐτι ἔσται ἀδύνατον πρὸς τὸ εἶναι κίνησιν. δῆλον οὖν ὅτι καὶ νῦν ὡς περὶ αὐτοῦ λέγων, πάλιν 15 φησὶν ἐπὶ τοῦ κύκλου καὶ τῆς σφαίρας καὶ τῶν ἐν αὐτοῖς κινουμένων ὅτι συμβήσεται αὐτὰ ἡρεμεῖν, ὡς οἴονται οἱ σοφίζεσθαι· οὐδὲ τοῦτο ἀδύνατόν τι ἐπάγει τῷ εἶναι κίνησιν. καὶ ὁ Ἀσπάσιος δὲ τοῦτον ἔχει τὸν σκοπὸν καὶ τοῦτόν φησιν τὸν λόγον, καὶ πρὸ αὐτοῦ ὁ Εὐδήμος. ὁ μέντοι Ἀλέξαν- 20 δρος νομίζει τὸ νῦν λεγόμενον πρὸς τοὺς ἀναφύντας τὸν ὑποτεθέντα ὑπ’ αὐτοῦ ὁρισμὸν τῆς ἡρεμίας λέγεσθαι . . . . Ἰστέον δὲ ὅτι τοῦ Ἀριστοτέλους εἰπόντος μὴ τὴν αὐτὴν εἶναι περιφέρειαν πρῶτον τὴν ἀπὸ τοῦ A λαμβανομένην τῇ ἀπὸ τοῦ B, ὁ φιλαλήθης Εὐδήμος πότερὸν φησὶν τὴν αὐτὴν φατέον εἶναι 25 περιφέρειαν τὴν ὅλην ὁποθενοῦν ἀρξαμένην ἢ ἑτέραν ἔχει ζήτησιν.