Ancient Greek
114.1
Eudemus, Fragmenta 114.1
Unproofread scanNot analysed yet
δῆλον δὲ ὅτι τῆς τριχῇ ταύτης διαιρέσεως δεικνυμένης ἀληθοῦς καὶ τὰ νῦν διχῇ διαιρεθέντα ἐλέγχεται. Aristotel. VIII, 4 fine. εἰ δὴ πάντα τὰ κινούμενα ἢ φύσει κινεῖται ἢ παρὰ φύσιν καὶ βία, καὶ τὰ τε βία καὶ παρὰ φύσιν πάντα ὑπὸ τινος καὶ ὑπ’ ἄλλου, τῶν δὲ φύσει πάλιν τὰ μὲν ὑφ’ αὐτῶν κινούμενα ὑπὸ τινος κινεῖται καὶ τὰ μὲν ὑφ’ αὐτῶν, οἷον τὰ κοῦφα καὶ τὰ βαρέα (ἢ γὰρ ὑπὸ τοῦ γεννήσαντος καὶ ποιήσαντος κοῦφον ἢ βαρύ, ἢ ὑπὸ τοῦ τὰ ἐμποδίζοντα καὶ καλύπτοντα λύσαντος), ἀπαντα ἄν τὰ κινούμενα ὑπὸ τινος κινεῖτο.