Ancient Greek
114.3 to 115.1
Eudemus, Fragmenta 114.3-115.1
Unproofread scanNot analysed yet
Simplicius fol. 282 b. fine. φυσικώτερον δὲ νῦν ἐδειξεν ὅτι πᾶν τὸ κινούμενον ὑπὸ τινος κινεῖται ἢπερ ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὁ δὲ Εὐδήμους ὅτι τὸ κινούμενον ὑπὸ τινος κινεῖται, δεῖξαι καὶ ἐκ τῆς τῶν πρὸς τι συνυποστάσεως. ὡς γὰρ τὸ τεμνόμενον φησιν ἀλογον μὴ ὑπὸ τινος τέμνεσθαι καὶ τὸ ἐλχόμενον μὴ ὑπὸ τινος ἐλχεσθαι, καὶ ὅλως τὸ ποιούμενον μὴ ὑπὸ τινος ποιεῖσθαι, οὕτω καὶ τὸ κινούμενον μὴ ὑπὸ τινος κινεῖσθαι. Simplicius fol. 283. δεῖξας ὅτι πᾶν τὸ κινούμενον ὑπὸ τινος κινεῖται, ἐφεξῆς ἀκολούθως ἀναζητεῖ, πότερον ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον ἢ ὑπὸ ἀκινήτου. διὰ δὲ τὸ πᾶσι σχεδὸν ὡς φησιν Εὐδήμους, δοκεῖν τὸ κινεῖν κινεῖσθαι καὶ αὐτό, τῶν δὲ κινοῦντων ἄμα καὶ κινουμένων τὸ μὲν αὐτοκίνητόν ἐστι, τὸ δὲ ὑπ’ ἄλλου ἐξωθεν κινεῖται, δύο ὄντων ἀρχῶν τῆς κινήσεως τοῦ τε ἀκινήτου καὶ τοῦ αὐτοκινήτου, τὸ αὐτοκίνητον πρῶτον παραδίδωσι καὶ δείκνυσιν ὅτι ἐστι τι πρῶτον ἐν τοῖς κινοῦσι τε καὶ κινουμένοις ὃ κινεῖ μὴ ὑπ’ ἄλλου ἐξωθεν κινούμενον. 5