Ancient Greek
115.3
Eudemus, Fragmenta 115.3
Unproofread scanNot analysed yet
Simplicius fol. 283 b. συνάγει λοιπὸν τὰ δεδειγμένα. δέδεικται 15 δὲ ὅτι πᾶν τὸ κινούμενον ὑπὸ τινος κινεῖται, καὶ προσετέθη ὅτι τὸ ὑπὸ τινος κινούμενον ὑπὸ πρώτου κινοῦντος κινεῖται, φ’ προσελέφθη ὅτι τὸ πρῶτον κινοῦν κινεῖται μὲν οὐχ ὑπ’ ἄλλου δέ· οὐδὲ γὰρ ἂν ἐτι πρῶτον ἦν καὶ εἰς ἄπειρον ἀνάγκη προίεναι τὰ κινοῦντα καὶ κινούμενα, καὶ οὕτως ἀναιρεῖτο ἡ κίνησις, ὥστε 20 πᾶν τὸ κινούμενον ὑπὸ πρώτου κινεῖται τοῦ αὐτοκινήτου. καὶ γὰρ ἀναιρουμένου τούτου ἀναιρεῖται καὶ τὰ μὴ οὕτω κινοῦντα, ἐκείνων δὲ ἀναιρουμένων τοῦτο οὐ συναναιρεῖται. ὅλως δὲ τὸ ὑπ’ ἄλλου κινούμενον ὑστερόν ἐστι τοῦ κινοῦντος κινουμένου καὶ αὐτοῦ, πρῶτον ἄρα τοῦτο. ἐτι δὲ τὸ κινοῦν τφ κινουμένφ αἰτίων 25 ἐστι τοῦ κινεῖσθαι· τὸ δὲ αἰτιατὸν ὑστερον τοῦ αἰτίου, πρῶτον ἄρα κινεῖ κινούμενον τὸ αὐτὸ κινοῦν. προστίθησι δὲ ὁ Εὐδήμους