Ancient Greek
115.2
Eudemus, Fragmenta 115.2
Unproofread scanNot analysed yet
Aristotel. VIII, 5. p. 256, 13. εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπὸ τινὸς τε κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπ’ ἄλλου ἢ μή, καὶ εἰ μὲν ὑπ’ ἄλλου κινουμένου, ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπ’ ἄλλου πρῶτον, εἰ δὲ τοῦτο τὸ πρῶτον, οὐχ ἀνάγκη ἕτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον ὑπ’ 10 ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐχ ἔστιν οὐδὲν πρῶτον) —εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπὸ τινος κινεῖται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μὲν, οὐχ ὑπ’ ἄλλου δέ, ἀνάγκη αὐτὸ ὑφ’ αὑτοῦ κινεῖσθαι.