Ancient Greek
118.3
Eudemus, Fragmenta 118.3
Unproofread scanNot analysed yet
καὶ οὕτω τοὺς τρεῖς τρόπους καθ’ ἕκαστον ἀνελών μόνον δεῖκνυσιν αὐτοκίνητον δυνάμενον εἶναι τὸ μέρει μὲν κινοῦν, μέρει δὲ κινούμενον, καὶ τοῦτον τὸ ἔχον ἐν αὐτῷ τὸ μὲν τι κινοῦν, ἀκίνητον δὲ καθ’ αὐτό, τὸ δὲ κινούμενον. ὁ δὲ Ἀριστοτέλης οὐ προέλαβε μὲν τὴν διαιρεσιν ταύτην, προελθὼν δὲ τὴν αὐτὴν συντόμως ὅταν λέγῃ, τὸ γὰρ ὅλον εἰ κινεῖται αὐτὸ ὑφ’ ἑαυτοῦ, ἤτοι ὑπὸ τῶν αὐτοῦ τινος κινῆσεται ἢ ὅλον ὑπὸ ὅλου. νῦν δὲ εὐθὺς ἕνα ἕκαστον προχειριζόμενος τῶν τρόπων τὰ ἐπόμενα ἄτοπα δείκνυσι καὶ πρώτων τὸ τὸ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι διὰ παραδειγμάτων ἀπεμφαίνον δεῖξας, ἐφεξῆς ὅτι ἀδυνατὸν ἔστιν ἐπιδείκνυσι. τὰ δὲ παραδείγματα· φέροι γὰρ ἂν φησιν ὅλον καὶ φέροιτο τὴν αὐτὴν φοράν ἐν ᾧ καὶ ἄτομον τῷ εἴδει ἢ ἄλλοιοῖτο καὶ ἄλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ μανθάνοι ἂμα καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγίειαν, ὅπερ ὁ Εὐδήμους διὰ τῶν αὐτῶν ὀνομάτων σαφέστερα πεποίηκεν γράφων οὕτως·