Ancient Greek
119.1
Eudemus, Fragmenta 119.1
Unproofread scanNot analysed yet
ἀρ' οὐν ἐνδέχεται φέρειν ὅλον ὅλον εἰπεῖν ἐπὶ τοῦ ὤμου καὶ ἅμα τὸ αὐτὸ καὶ ἐν ἐπὶ τοῦ ὤμου φέρεσθαι, καὶ εἶναι καὶ ἐπὶ τοῦ ὤμου φέρειν καὶ ἔχειν; ἢ τοῦτο μὲν οὐχ οἷόν τε, θερμαίνεσθαι δὲ ὅλον ὑφ' ὅλου; καὶ πῶς; τὸ μὲν γὰρ θερμαῖνον θερμαίνει, θερμὸν ὁηλονότι ὄν, τὸ δὲ θερμαινόμενον εἰς τὸ θερμὸν μεταβάλλει, εἰς ὃ δὲ μεταβάλλει, οὐπω ἐστὶν ἐκεῖνο, ἅμα δὲ εἶναι τὸ αὐτὸ θερμὸν τε καὶ μὴ θερμὸν ἀδύνατον.