Ancient Greek
119.2
Eudemus, Fragmenta 119.2
Unproofread scanNot analysed yet
Aristotel. VIII, 5. p. 257 b, 13. ὅτι οὐχ ἔστι τὸ αὐτὸ αὐτὸ κινοῦν οὕτως ὥστε ἕκαστον ὑφ' ἑκατέρου κινεῖσθαι, ἐκ τῶνδε φανερὸν· οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐδέν, εἰ γε ἕκαστον κινήσει ἕκαστον· τὸ γὰρ πρῶτον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς γὰρ ἢν κινεῖν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὐτῷ· ἐγγύτερον δὲ τὸ πορώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξὺ.