Ancient Greek
119.4
Eudemus, Fragmenta 119.4
Unproofread scanNot analysed yet
τὸ γὰρ κινοῦν φησὶ μέρος ἢ ἀκίνητον ἢν κινήσει ἢ κινοῦμενον. ἀλλ’ εἰ μὲν ἀκίνητον, δέδειχται ὅ βουλόμεθα, ὅτι τὸ αὐτοκίνητον σύγκειται ἐκ κινοῦμένου καὶ ἀκινήτου τοῦ κινοῦντος· εἰ δὲ τὸ κινοῦμενον μέρος κινοῦμενον καὶ αὐτὸ κινεῖ, ἐπειδὴ πᾶν τὸ κινοῦμενον ὑπὸ τινος κινεῖται, καὶ τοῦτο ὑπὸ τινος κινηθήσεται. οὐκοῦν ἐξωθεν μὲν οὐχ οἷόν τε εἶναι τὸ κινοῦν αὐτό· οὐ γὰρ ἂν ἐτι ὑφ’ ἑαυτοῦ λέγοιτο κινεῖσθαι τὸ ὅλον, ἀλλ’ ὑπ’ ἄλλου τοῦ τὸ κινοῦν αὐτὸ μέρος κινοῦντος. ὑπὸ 10 τινος ἄρα τῶν ἐν τῷ αὐτοκινήτῳ κινήσεται. ἢ οὖν ὑπὸ τινος τῶν ἑαυτοῦ μορίων κινήσεται τὸ κινοῦν μέρος, ἢ ὑπὸ τοῦ κινοῦμένου. καὶ τοῦτο πάλιν τὸ κινοῦν ἢ ἀκίνητον ὃν κινεῖ καὶ ἔσται τὸ πρῶτως κινοῦν ἀκίνητον, ἢ κινοῦμενον, καὶ πάλιν ἢ ὑπὸ 15 μέρους ἑαυτοῦ, ἢ ὑπὸ τοῦ κινοῦμένου· ἀνταναίροντες δὲ φησιν ὁ Εὐδήμος οὕτως ἡξομέν ποτε εἰς τὰ πρῶτως κινοῦντα· ταῦτα δὴ ἢν ἂ μὴ τι κινεῖ, ἀλλ’ ὅλα ὅλοις· οὐ γὰρ ἐνδέχεται τὴν ἀνταναίρεσιν ἀπειρον εἶναι· οὐ γὰρ ἂν κινοῖντο μὴ 20 ὄντος πρώτου, δέδειχται δὲ ὅτι ὅλον ὑπὸ ὅλου ἀδύνατον κινεῖσθαι ἑαυτοῦ, ὥστε ἀνάγκη τὸ πρῶτως κινοῦν ἀκίνητον ὄν κινεῖν.