Ancient Greek
120.2 to 121.1
Eudemus, Fragmenta 120.2-121.1
Unproofread scanNot analysed yet
οὕτω μὲν οὖν ὁ Εὐδήμος διαιρεῖ. ὁ δ’ Ἀριστοτέλης πρώτον ἀναφεῖ τὸ μὴ μὲν τι κινεῖν, μὴ μὲν δὲ τι κινεῖσθαι οὕτως 25 ὥστε καὶ τὸ κινοῦμενον κινεῖν πάλιν αὐτὸ καὶ τὸ κινοῦν κινεῖσθαι ὑπὸ τοῦ κινοῦμένου ὑπ’ αὐτοῦ· συμβαίνει γὰρ οὕτως ἑκάτερον ὑφ’ ἑκατέρου κινεῖσθαι, ὑπὸ τε τοῦ κινοῦμένου ὑπ’ αὐτοῦ καὶ ὑφ' ἑαυτοῦ. εἰ γὰρ τὸ Α κινεῖ τὸ Β, τὸ δὲ Β κινεῖ τὸ Α, καὶ ὑφ' ἑαυτοῦ ἄρα κινεῖται τὸ Α, καὶ μᾶλλον ἢ ὑπὸ τοῦ Β. μᾶλλον γὰρ ὑπὸ τοῦ πρώτου κινουμένου κινεῖται τὸ κινούμενον ἢ ὑπὸ τοῦ προσεχοῦς, ὡς δέδεικται πρότερον.