Ancient Greek
122.1
Eudemus, Fragmenta 122.1
Unproofread scanNot analysed yet
Aristol. VIII, 10. p. 267, 21. ἐπεὶ δ’ ἐν τοῖς οὕσιν ἀνάγκη κί-νησιν εἶναι συνεχῆ, αὕτη δὲ μία ἐστίν, ἀνάγκη δὲ τὴν μίαν μερεθόους-τέ τινος εἶναι (οὐ γὰρ κινεῖται τὸ ἀμέγεθες) καὶ ἑνὸς καὶ ὑφ’ ἑνός· οὐ γὰρ ἔσται συνεχὴς ἀλλ’ ἐχομένη ἑτέρα ἑτέρας καὶ διηρημένη· τὸ δὴ κινοῦν εἰ ἔν, ἢ κινοῦμενον κινεῖ ἢ ἀκίνητον ὄν. εἰ μὲν δὴ κινοῦμενον, συνακολουθεῖν δεήσει καὶ συμμεταβάλλειν αὐτό, ἄμα δὲ κινεῖσθαι ὑπὸ τινος, ὥστε στήσεται καὶ ἥξει εἰς τὸ κι-νεῖσθαι ὑπὸ ἀκινήτου. τοῦτο γὰρ οὐχ ἀνάγκη συμμεταβάλλειν, ἀλλ’ δεῖ τε δυνήσεσθαι κινεῖν (ἀπονον γὰρ τὸ οὕτω κινεῖν) καὶ ὁμαλῆς αὕτη ἢ κίνησις ἢ μόνῃ ἢ μάλιστα. οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν. δεῖ δὲ οὐδὲ τὸ κινοῦμενον πρὸς ἐκεῖνο ἔχειν μεταβολὴν ἵνα ὁμοία ἢ ἢ κίνησις. ἀνάγκη δὴ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι· αὗται γὰρ αἱ ἀρχαί. ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος, τοιαύτη δ’ ἢ τοῦ ὅλου κίνησις. ἔχει ἄρα τὸ κινοῦν.