Ancient Greek
122.2
Eudemus, Fragmenta 122.2
Unproofread scanNot analysed yet
Simplicius fol. 319. εἰπὼν ὁποίων ἐστι τὸ πρῶτως κινοῦν καὶ τὸ κινοῦμενον τὴν αἰδίαν κίνησιν, καὶ ὅπως ἔχοντα πρὸς ἀλλήλα, ἐπειδὴ ζητεῖν ἔδοξ ἤν ὡς ἔοικεν, ποῦ τὸ κινοῦν τὸν οὐρανόν ἐστι, καὶ οἷ γε Πυθαγόρειοι ἐν τῷ μέσῳ λέγουσιν ἐδόκουν αὐτό, καὶ τοῦτο προσθεῖναι τοῖς περὶ τοῦ κινοῦντος λόγοις ἐδοκίμασε, καὶ λέγει ὅτι ἀνάγκη αὐτὸ ἐν τῇ ἀρχῇ εἶναι τοῦ κινοῦμένου ὅπερ χωριώτατόν ἐστι. δύο δὲ ἀρχαί εἰσιν ἐν τῇ σφαίρᾳ τῇ τε μέσον καὶ τὸ περίξ. ἀνάγκη οὖν φραῖν ἐν τούτων τινὶ εἶναι τὸ κινοῦν, ἀλλ’ ἐπειδὴ τὸ ἐγγύτατα τοῦ κινοῦντος τάχιστα μᾶλλον κινεῖται, ταχεῖα δὲ ἢ τοῦ κύκλου κίνησις, τοῦτ’ ἐστι τῆς περιφερείας,