Ancient Greek
125.1
Eudemus, Fragmenta 125.1
Unproofread scanNot analysed yet
τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένει, οὐδὲ κατὰ συμβεβηκὸς ἂν κινοῖτο. εἰ οὖν ἡ μὲν πᾶσα οὐ κινεῖται, τὸ δὲ πρῶτως κινοῦν ἐν τῷ τάχιστα κινουμένῳ λέγεται εἶναι, δηλονότι οὐκ ἔστιν ἐν τῇ πᾶσῃ περιφερείᾳ. ἔπειτα εἰ μὲν οὕτως ἔστιν ἐν τῇ πᾶσῃ ὡς κατατεταγμένον ἐν αὐτῇ, ἡ δὲ πᾶσα κατὰ μῶρια κινεῖται, δηλονότι καὶ αὐτὸ μετὰ τῶν μορίων κατὰ συμβεβηκὸς κινηθήσεται. εἰ δὲ ἀσχέτως καὶ ἐξῆρημένως τῷ ὅλῳ πάρεισι, τί χωλῷει καὶ τοῖς μέρεσιν ἀσχέτως καὶ ἐξῆρημένως καὶ ἀμερίστως καὶ ἀκινήτως ἅμα πᾶσι παρὸν μηδὲ κατὰ συμβεβηκὸς τῇ ἐκεῖνων κινήσει συγχινεῖσθαι; καὶ ἀσφαλῶς ὁ Εὐδήμος τὸ πρόβλημα ἐκτιθέμενος,