Ancient Greek
124.1
Eudemus, Fragmenta 124.1
Unproofread scanNot analysed yet
γνομένης, εἶγε ἐφέσει τινὸς ἡ κατὰ τόπον γίνεται τῶν ἐμφύχων κινήσεων. ταῦτα ὁ Ἀλέξανδρος ἔγραψεν ὡς τελικὸν μόνως αἴτιον τὸ πρῶτον κινοῦν τὸν Ἀριστοτέλη λέγειν ἀποδεχόμενος. εἰ δὲ ὡς πολλοὶ λόγοι δεικνύουσι καὶ ποιητικὸν αὐτὸ νομίζει, τὴν μὲν ψυχὴν καὶ αὐτὸς οἴεται ὡςπερ ὁ Πλάτων τοῦ μεταβατικοῦ τῆς κινήσεως αἰτίαν εἶναι, τὸν δὲ ἀκίνητον νοῦν τοῦ περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ ἀεὶ κινεῖσθαι καθ’ ἕνα λόγον καὶ μίαν τάξιν. εἰ οὖν ἀμερὲς τὸ κινοῦν καὶ χωριστὸν πάντῃ σωματῶν αὐτὸ καθ’ αὑτὸ τέλειον ἐξηρημένον τοῦ παντὸς σωματικοῦ κόσμου, καλῶς ἔχει λέγειν καὶ πανταχοῦ αὐτὸ καὶ οὐδαμοῦ εἶναι. εἰ δὲ οἱ μὲν Πυθαγόρειοι ἐν τῷ κέντρῳ λέγουσιν ἰδρύσθαι, ὁ δὲ Ἀριστοτέλης ἐν τῇ ἀπλανεῖ σφαίρᾳ φησὶν εἶναι, ἐκεῖνοι μὲν τὸ κέντρον ἐπιτηδειότερον τῶν ἄλλων τοῦ παντὸς μερῶν νομίζουσι πρὸς μέθεξιν τῆς τοῦ δημιουργοῦ συνοχικῆς καὶ ἐδραστικῆς ἀγαθότητος, ὁ δ’ Ἀριστοτέλης πρῶτον ἀπολαύειν τῆς δημιουργικῆς νομίζει κινήσεως. καὶ διὰ τοῦτο οἱ μὲν Πυθαγόρειοι ἐστίας τόπον καὶ Ζανὸς πύργον ἐκάλουν τὸ κέντρον, ὁ δ’ Ἀριστοτέλης μέτρον τῶν ἄλλων κινήσεων τὴν τῆς ἀπλανοῦς ἔλεγον ὡς πρώτην καὶ συνηρτημένην καὶ τὸ τοῦ κινουμένου ἀμερὲς διὰ τῆς ταχυτῆτος ἐνεικονιζομένην. οὐ χρὴ οὖν δεδοικέναι μὴ κατὰ συμβεβηκὸς κινῶσωμεν τὸ πρῶτον κινοῦν ἐν τῇ ἀπλανεῖ λέγοντες αὐτὸ οὐρανῷ. οὐ γὰρ ἔστιν ἐν τῷ οὐρανῷ χωρίως ἐκεῖνο, ἀλλ’ ὁ οὐρανὸς ἐν αὐτῷ, εἴπερ τὸ ἐν τινι περιέχεται ὑπὸ τοῦ ἐν ᾧ ἔστι. περιέχει δὲ ἐκεῖνο τὸν ὅλον κόσμον τῇ ἀπείρῳ αὐτοῦ δυνάμει. μήποτε δὲ οὐδὲ ἡ ἐπινοηθεῖσα ὑπὸ τοῦ Ἀλεξάνδρου βούθεσις πρὸς τὸ μηδὲ κατὰ συμβεβηκὸς ἐκεῖνο κινεῖσθαι αὐτάρκης ἐστὶν ἀπὸ ἐννοίας ἐτι προῦνθου τῷ ἐν τῷ οὐρανῷ εἶναι τὸ πρῶτον κινοῦν· εἰ γὰρ μὴ ἐν μορίῳ τινι φησὶν ἔστιν, ἀλλ’ ἐν πάσῃ τῇ περιφερείᾳ, ἐπειδὴ ἡ πᾶσα οὐ κινεῖται οὐδὲ ἀμεῖβει