Ancient Greek
125.3 to 126.1
Eudemus, Fragmenta 125.3-126.1
Unproofread scanNot analysed yet
τῆς δὲ σφαίρας ὁ μὲν τόπος ὁ περὶ τοὺς πόλους τάχιστα κινεῖται. καὶ τούτῳ δὲ ἐφιστάνειν ἀξίον ὅτι ὁ μὲν Ἀλέξανδρος ἐν τῇ τῆς σφαίρας περιφερείᾳ τὸ πρῶτως κινοῦν νομίζει λέγειν τὸν Ἀριστοτέλη· μήποτε δὲ ἐν τῷ κύκλῳ λέγων ἐν τῷ ὅλῳ οὐρανῷ λέγει. Aristotel, VIII, 10. p. 267b, 9. ἔχει δ’ ἀπορίαν εἰ ἐνδέχεται τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὠθιζὸν πάλιν καὶ πάλιν τῷ ἐφεξῆς εἶναι συνεχῶς· ἢ γὰρ αὐτὸ δεῖ ὠθεῖν ἢ ἕλκειν, ἢ ἄμφω, ἢ ἑτέρων τι ἐκδεχόμενον ἄλλο παρ’ ἄλλου, ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων· εἰ δὲ διαιρετὸς ὤν ὁ ἀὴρ ἢ τὸ ὕδωρ κινεῖ, ἀλλ’ ὡς ἀεὶ κινούμενος, ἀμφοτέρως δ’ οὐχ οἷόν τε μίαν εἶναι, ἀλλ’ ἐχομένην· μόνη ἄρα συνεχὴς ἢν κινεῖ τὸ ἀκίνητον· ἀεὶ γὰρ ὁμοίως ἔχον καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἔξει καὶ ἡ συνεχὴς.