Ancient Greek
126.2
Eudemus, Fragmenta 126.2
Unproofread scanNot analysed yet
Simplicius fol. 320. ὁ δὲ Εὐδήμους τοῦτο μὲν οὐκ ἀπορεῖ ὅπερ ὁ Ἀριστοτέλης, εἰ ἐνεδέχεται τι κινούμενον κινεῖν συνεχῶς. ἀπορεῖ δὲ ἀντὶ τούτου, εἰ ἐνδέχεται τὸ ἀκίνητον κινεῖν. δοκεῖ γὰρ φησι τὸ κινοῦν κατὰ τόπον ἢ ὠθοῦν ἢ ἕλκον κινεῖν, εἰ δὲ μὴ μόνον οὕτως, ἀλλ’ οὐν ἀπτόμενόν γε αὐτὸ ἢ δι’ ἄλλου ἢ δι’ ἑνὸς ἢ πλειόνων. τὸ δὲ ἄμερὲς οὐδενὸς ἐνδέχεται ἀφασθαι· οὐ γὰρ ἔστιν αὐτοῦ τὸ μὲν ἀρχή, τὸ δὲ πέρας, τῶν δὲ ἀπορομένων τὰ πέρατα ἄμα. πῶς οὖν κινήσει τὸ ἄμερὲς; καὶ λύει τὴν ἀπορίαν λέγων ὅτι τὰ μὲν κινούμενα κινεῖ, τὰ δὲ ἡρεμοῦντα· καὶ τὰ μὲν κινούμενα κινεῖ ἀπτόμενα ἄλλων, οὐχ ὁμοίως δὲ πάντα. οὐ γὰρ ὡς ἢ γῇ τὴν σφαῖραν ῥιφθεῖσαν ἐπ’ αὐτὴν ἄνω ἐκίνει, οὕτω καὶ τὸ πρῶτως κινήσαν· οὐ γὰρ προηγουμένης κινήσεως ἐκεῖνο κινεῖ. οὐ γὰρ ἂν ἐπὶ πρῶτος κινοῖη, ἢ δὲ γῇ οὐδέποτε ἡρεμοῦσα πρῶτως κινήσει.