Ancient Greek
144.2
Eudemus, Fragmenta 144.2
Unproofread scanNot analysed yet
καὶ οἱ τῶν μηνίσχων δὲ τετραγωνισμοὶ δόξαντες εἶναι τῶν οὐχ ἐπιπολαίων διαγραμμάτων διὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν κύκλον ὑφ’ Ἱπποκράτους ἐγράφησάν τε πρῶτος καὶ κατὰ τρόπον ἐδοξάν ἀποδοθῆ- 25ναι, διόπερ ἐπιπλέον ἁψώμεθὰ τε καὶ διέλθωμεν. ἀρχὴν μὲν οὖν ἐποιήσατο καὶ πρῶτον ἔθετο τῶν πρὸς αὐτοὺς χρησίμων, ὅτι τὸν αὐτὸν λόγον ἔχει τὰ τε ὅμοια τῶν κύκλων τμήματα πρὸς ἄλληλα καὶ αἱ βάσεις αὐτῶν δυνάμει, τοῦτο δὲ ἐδείκνυεν ἐκ τοῦ τὰς διαμέτρους δεῖξαι τὸν αὐτὸν λόγον ἔχουσας 30δυνάμει τοῖς κύκλοις, ὅπερ Εὐκλείδης δεύτερον τέθεικεν ἐν τῷ δωδεκάτῳ τῶν στοιχείων βιβλίῳ τὴν πρότασιν εἰπὼν οὕτως· οἱ