Ancient Greek
145.1
Eudemus, Fragmenta 145.1
Unproofread scanNot analysed yet
κύκλοι πρὸς ἀλλήλους εἰσίν, ὡς τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα· ὡς γὰρ οἱ κύκλοι πρὸς ἀλλήλους ἔχουσιν, οὕτω καὶ τὰ ὅμοια τμήματα. ὅμοια γὰρ τμήματα ἐστὶ τὰ τὸ αὐτὸ μέρος ὄντα τοῦ κύκλου, οἷον ἡμικύκλιον ἡμικυκλίῳ καὶ τριτημόριον τριτημορίῳ· διὸ καὶ γωνίας ἴσας δέχεται τὰ ὅμοια τμήματα. αἱ γοῦν τῶν ἡμικυκλίων πάντων ὀρθαὶ εἰσι καὶ τῶν μειζόνων ἐλάττους ὀρθῶν καὶ τοσούτῳ ὅσῳ μείζονα ἡμικυκλίων τὰ τμήματα, καὶ αἱ τῶν ἐλαττόνων μείζονες, καὶ τοσούτῳ ὅσῳ ἐλάττονα ἡμικυκλίων τὰ τμήματα· δευθέντος δὲ αὐτῷ τούτου πρώτων μὲν ἔγραψεν μηνίσκον τὴν περιφέρειαν ἔχοντα ἡμικυκλίον περὶ τρίγωνον ὀρθογώνιον καὶ ἰσοσκελὲς αὐτὸ τὸ ἡμικύκλιον περιγράψας καὶ περὶ τὴν βάσιν τμῆμα κύκλου τοῖς ὑπὸ τῶν ὑποζευχθεισῶν ἀφαιρουμένοις ὁμοιῶν ὅπερ Εὐκλείδης ἄ τρίτον ἔθετο θεώρημα τοῦ τρίτου βιβλίου προτείνας οὕτως·