Ancient Greek
145.2
Eudemus, Fragmenta 145.2
Unproofread scanNot analysed yet
ἐπὶ τῆς δοθείσης εὐθείας γράψαι τμῆμα κύκλου· δεχόμενον γωνίαν ἴσην τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ. εἰ γὰρ τὸ περὶ τὴν βάσιν οὕτω περιγράψει, ὡς ἴσην δέξασθαι γωνίαν τῶν ἐν τοῖς τμήμασι τοῖς ὑπὸ τῶν ἐπιζευχθεισῶν ἀφαιρουμένοις, ὁμοίων ἔσται ἐκείνοις· ὅμοια γὰρ τμήματα κύκλων ὁ Εὐκλείδης ὥρισато ἐν τῷ τρικαιδεκάτῳ βιβλίῳ τὰ δεχόμενα γωνίας ἴσας. ὄντος δὲ τοῦ περὶ τὴν βάσιν τμήματος ἴσου τοῖς περὶ τὰς ἑτέρας ἀμφοτέρας διότι, ὡς δέδεικται ἐν τῷ παρατελεύτῳ τοῦ πρώτου τῶν Εὐκλείδου στοιχείων θεωρήματι, ἐν τοῖς ὀρθογωνίοις τριγώνοις ἡ ὑποτείνουσα ἴσον δύναται ταῖς τὴν ὀρθὴν περιεχούσαις ἀμφοτέρας. ὡς δὲ τὰ ἀπὸ τῶν εὐθειῶν τετράγωνα, οὕτως ἔχει τὰ ὅμοια τῶν κύκλων τμήματα πρὸς ἀλλήλα, καὶ κοινῷ προστεθέντος τοῦ μέρους τοῦ τριγώνου τοῦ ὑπὲρ τὸ τμῆμα τὸ περὶ τὴν βάσιν ἴσος ἔσται ὁ μηνίσκος τῷ τριγώνῳ. ἴσος οὖν ὁ μηνίσκος τῷ τριγώνῳ δεῖξδεις τετραγω-