Ancient Greek
155.1
Eudemus, Fragmenta 155.1
Unproofread scanNot analysed yet
ἐπ’ ἄπειρον γὰρ πᾶν διάστημα διαιρετὸν πρὸς τῷ καὶ ἐὰν ὁπωσοῦν ἀφορίσωμεν τὸ πρῶτον καὶ οἱ ἐκείνου εὐθείαν ἀγάγωμεν γίνεσθαι τρίγωνον, ἀλλ’ οὐ μίαν γωνίαν. Κάρπος δὲ ὁ Ἀντιχεὺς ποσὸν μὲν εἶναι φησι τὴν γωνίαν καὶ διάστημα τῶν περιεχουσῶν αὐτὴν γραμμῶν ἢ ἐπιφανειῶν καὶ ἐφ’ ἐν διεστώς, τοῦτο, μὴ μέντοι διὰ τοῦτο γραμμὴν εἶναι τὴν γωνίαν· οὐ γὰρ πᾶν τὸ ἐφ’ ἐν διαστατὸν ὑπάρχειν γραμμὴν. τοῦτο δὲ πάντων παραδοξότατον, εἰ ἔστι τι ἐφ’ ἐν μέγεθος διαστατὸν ἔξω γραμμῆς. ἀλλὰ τούτων μὲν ἄδηγ.