Ancient Greek
156.1
Eudemus, Fragmenta 156.1
Unproofread scanNot analysed yet
ΑΣΤΡΟΛΟΓΙΚΗ ΙΣΤΟΡΙΑ. Theon. Smyrnaeus de astron. p. 322 Mart. ταυτὶ μὲν ὁ Ἀδραστος· ὁ δὲ Δερκυλλίδης οὐδεμιᾷ μὲν οἰκείᾳ καὶ προσήκουσῃ τάξει περὶ τούτων ἀνέγραψεν, ἀ δὲ καὶ αὐτὸς ἀποδείκνυσιν ἐν τῷ περὶ τοῦ ἀτρακτοῦ καὶ τῶν σφονδύλων τῶν ἐν τῇ πολιτείᾳ παρὰ Πλά- 5 τῳνι λεγομένων, ἐστὶ τοιαῦτα. τίς τί εὕρεν ἐν μαθηματικῇ, Εὐδόξος ἱστορεῖ ἐν ταῖς ἀστρολογίαις, ὅτι Θυοπίδης εὗρε πρῶτος τὴν τοῦ ζῳδιακοῦ διάζωσιν καὶ τὴν τοῦ μεγάλου ἐνιαυτοῦ περίστασιν, Θαλῆς δὲ ἡλίου ἑλλείψιν καὶ τὴν κατὰ τὰς τροπὰς αὐτοῦ περίοδον, ὡς οὐχ ἴση ἀεὶ συμβαίνει, Ἀναξιμάνδρος δὲ ὅτι 10 ἐστὶν ἡ γῆ μετέωρος καὶ κινεῖται περὶ τὸ τοῦ κόσμου μέσον, Ἀναξιμένης δὲ ὅτι ἡ σελήνη ἐκ τοῦ ἡλίου ἔχει τὸ φῶς καὶ τινὰ ἐκλείπει τρόπον· οἱ δὲ λοιποὶ ἐπὶ ἐξευρημένοις τούτοις ἐπεξεύρον ἕτερα, ὅτι οἱ ἀπλανεῖς κινλοῦνται περὶ τὸν διὰ τῶν πόλων . ἄξονα μένοντα, οἱ δὲ πλανώμενοι περὶ τὸν τοῦ ζῳδιακοῦ πρὸς 15 ὁρθὰς ὄντα αὐτῷ ἄξονα, ἀπέχουσι δὲ ἀλλήλων ὅ τε τῶν ἀπλανῶν καὶ τῶν πλανομένων ἄξων πεντεκαίδεκαφόρων πλευρῶν ὅ ἐστι μοῖρα· καὶ δ',