Ancient Greek
157.1 to 157.2
Eudemus, Fragmenta 157.1-2
Unproofread scanNot analysed yet
Diogen. Laert. I, 23 de Thal. etc. δοκεῖ δὲ κατὰ τινὰς πρῶτος ἀστρολογήσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὡς φησιν Εὔδημος ἐν τῇ περὶ τῶν ἀστρολογουμένων ἱστορίᾳ. Clem. Alexand. I, 14. Θαλῆν δὲ Εὔδημος ἐν ταῖς ἀστρολο-γικαῖς ἱστορίαις τὴν γενομένην ἐκλειψιν τοῦ ἡλίου προειπεῖν φησι, καθ’ οὓς χρόνους συνῆψαν μάχην πρὸς ἀλλήλους Μῆδοι τε καὶ Λυδοὶ βασιλεύοντος Κναζάρους μὲν τοῦ Ἀστυάγους πα-τρὸς Μῆδων, Ἀλυάττου δὲ Κροίσου Λυδῶν, συνάδει δὲ αὐτῷ καὶ Ἡρόδοτος ἐν τῷ πρώτῳ. εἰσὶ δὲ οἱ χρόνοι ἀμφὶ τὴν πεν-ι0 τηκοστήν Ὀλυμπιάδα.