Ancient Greek
158.1
Eudemus, Fragmenta 158.1
Unproofread scanNot analysed yet
καὶ τεταγμένας τὰς οὐρανίας κινήσεις ἀπὸ τῆς οὐσίας ὡς τῶν τεχαιρομένων ἀποδεικνύσι. μὴ δυνάμενοι δὲ δι’ ἀκριβείας εἰπεῖν πῶς, αὐτῶν ὑποκειμένων φαντασία μόνον ἐστι καὶ οὐκ ἀλήθεια τὰ συμβαίνοντα, ἠράπην εὑρεῖν τίνων ὑποθεθέντων δι’ ὁμαλῶν καὶ τεταγμένων καὶ ἐγκυκλίων κινήσεων δυνήσεται σωθῆναι τὰ περὶ τὰς κινήσεις τῶν πλανᾶσθαι λεγομένων φαινόμενα. καὶ πρῶτος τῶν Ἑλλήνων Εὐδόξος ὁ Κνίδιος, ὡς Εὐδόξος τε τῷ δευτέρῳ τῆς ἀστρολογικῆς ἱστορίας ἀπεμνημόνευσε καὶ Σωσιγένης παρὰ Εὐδόξου τοῦτο λαβὼν, ἀφασθαι λέγεται τῶν τοιούτων ὑποθέσεων, Πλάτωνος, ὡς φησι Σωσιγένης, πρόβλημα τοῦτο ποιησαμένου τοῖς περὶ ταῦτα ἐσπουδαχόσι, τίνων ὑποθεθεισῶν ὁμαλῶν καὶ τεταγμένων κινήσεων διασωθῆ τὰ περὶ τὰς κινήσεις τῶν πλανωμένων φαινόμενα.