Ancient Greek
158.2
Eudemus, Fragmenta 158.2
Unproofread scanNot analysed yet
Simplicius ad Ar. de caelo (II, 12 p. 293, 4) p. 121 Ald. 500, 25 Br. αὐτὴ μὲν ἡ κατὰ Εὐδόξου σφαιροποιΐα, εἴκοσι καὶ ἐξ τὰς πλάσας ἐπὶ τῶν ἐπτὰ παραλαμβάνουσα, ἐξ μὲν ἐπὶ ἡλίου καὶ σελήνης, εἴκοσι δὲ ἐπὶ τῶν πέντε. περὶ δὲ Καλίκπων τάδε γέγραφε· Ἀριστοτέλης ἐν τῷ Α τῆς Μετὰ τὰ φυσικά, Κάλιππος δὲ τὴν μὲν θέσιν τῶν σφαιρῶν τὴν αὐτὴν ἐτίθετο Εὐδόξῳ, τουτέστι τῶν ἀποστημάτων τὴν τάξιν, τὸ δὲ πλῆθος τῷ μὲν τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου τὸ αὐτὸ ἐκεῖνω ἀπεδίδου, τῷ δὲ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ὥσπερ προσθετέας εἶναι σφαῖρας, τὰ φαινόμενα εἰ μέλλοι τις ἀποδώσειν, τοῖς δὲ λοιποῖς τῶν πλανητῶν ἐκάστῳ ἀνὰ μίαν, ὡς εἶναι κατὰ Καλίκπων τὰς πλάσας πεντάκις πέντε καὶ δις τέσσαρας, τουτέστι τριάκοντα καὶ τρεῖς σφαῖρας. οὔτε δὲ Καλίκπου φέρεται σύγγραμμα τὴν αἰτίαν τῶν προστεθεισῶν