Ancient Greek
159.1
Eudemus, Fragmenta 159.1
Unproofread scanNot analysed yet
τωὺς τῶν σφαιρῶν λέγων, οὐτε Ἀριστοτέλης αὐτῷ προσέθηκεν. Εὐδόξος δὲ συντόμως ἱστόρησε τίνων φαινομένων ἕνεκα ταύτας προσθετέας εἶναι τὰς σφαῖρας φέτο. λέγει γὰρ αὐτὸν φῆσαι ὡς εἴπερ οἱ μεταξὺ τροπῶν τε καὶ ἰσημεριῶν χρόνοι τοσοῦτον διαφέρουσι ὅσον Εὐκτίμουν καὶ Μέτουν ἐδίδου, οὐχ ἰκανὰς εἶναι τὰς τρεῖς σφαῖρας ἑκατέρῳ πρὸς τὸ σῴζειν τὰ φαινόμενα διὰ τὴν ἐπιφανομένην δηλονότι ταῖς κινήσεσιν αὐτῶν ἀνωμαλίαν. τὴν δὲ μίαν, ἣν ἐν ἑκάστῳ τῶν τριῶν πλανητῶν Ἀρεος καὶ Ἀφροδίτης καὶ Ἐρμοῦ προσετίθει φοράν, τίνος ἕνεκεν προσετίθει, συντόμως καὶ σαφῶς ὁ Εὐδόξος ἱστόρησεν.