Ancient Greek
165.3
Eudemus, Fragmenta 165.3
Unproofread scanNot analysed yet
ἐρμηνείας δέδειξεν, ἐν οἷς περὶ τῆς εἰς τὸν μέλλοντα χρόνον λεγόμενης ἀντιφάσεως περὶ τῶν καθ' ἕκαστα λέγει. Anonymus apud Minam occurs. ad Pseudogal. εἰσαγωγήν διαλεκτικὴν p. 100. περὶ τῆς καθόλου ἀποφατικῆς ἐπὶ τῆς ἐνδεχομένης ὕλης θεώρημαστος διηρέχθη πρὸς Ἀριστοτέλην καὶ Εὐδήμους, οἷς καὶ νῦν σχεδὸν πάντες κατακολουθοῦσιν. ἀντιστρέφειν γὰρ φασὶ καὶ ἐπὶ τῆς ἐνδεχομένης ὕλης πρὸς ἑαυτήν, ὥσπερ καὶ ἐπὶ τῆς ὑπαρχούσης καὶ ἀναγκαίας, καὶ τοῦτο ἐμπειδώσοι πειρῶνται δυσὶν ἐπιχειρή-μασι διὰ τε δεῖξεως ἐνδεικτικῆς καὶ τῆς εἰς τὸ ἀδύνατον ἀγωγῆς. ἡ μὲν οὖν ἐνδεικτικὴ δεῖξις ἐστὶν τωαύτη· εἰ ἐνδέχεται τὸ λευκὸν ἐν μηδενὶ εἶναι ἀνθρώπῳ, ἐνδέχεται τὸ λευκὸν ἀπεξεύχθαι παν-τὸς ἀνθρώπου, καὶ ὁ ἄνθρωπος ἀπεξευγμένος παντὸς ἐσται λευκοῦ.