Ancient Greek
165.6
Eudemus, Fragmenta 165.6
Unproofread scanNot analysed yet
ἡ δὲ εἰς τὸ ἀδύνατον δεῖξις ἐστὼν αὕτη· ἐπεὶ ψεῦδος τὸ ἐνδέχεσθαι μηδενὶ λευκῷ τὸν ἄνθρωπον εἶναι, ὥσπερ μηδενὶ ἀν-θρώπῳ ἐνδέχεται τὸ λευκὸν ἀληθές, ἀληθὲς ἐσται τὸ μὴ ἐνδέχεσθαι μηδενὶ λευκῷ τὸν ἄνθρωπον εἶναι. κατάφασις γὰρ καὶ ἀπόφα-σις ταῦτα. εἰ δὲ τοῦτο ἀληθές, καὶ ἐξ ἀνάγκης τινὶ λευκῷ ὑπάρχειν τὸν ἄνθρωπον ἀληθές. αἱ γὰρ τοῦ ἐνδεχομένου προ-τάσεις πρὸ τοῦ τρόπου λαμβάνει τὴν ἀρχὴν ἰσοδυναμοῦσαι ταῖς ἀναγκαίαις. εἰ δὲ ἀληθές ἐστι τὸ ἐξ ἀνάγκης τινὶ λευκῷ ὑπάρ-χειν ὁ ἄνθρωπος, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης ὑπάρχει τινί. ὑπέ-κειτο δὲ καὶ ἐνδέχεσθαι μηδενὶ ἀνθρώπῳ τὸ λευκόν· τὸ αὐτὸ ἄρα καὶ ἐνδέχεται μηδενὶ καὶ ἐξ ἀνάγκης τινὶ τὸ αὐτό, ὅπερ ἐστὶν ἀντίφασις.