Ancient Greek
182.3
Eudemus, Fragmenta 182.3
Unproofread scanNot analysed yet
Alex. Aphr. fol. 7b, p. 146 b 42 Br. τὸ δὲ προστιθεμένου. . εἶναι προσέθηκεν, ἵνα μὴ τινες ἀγνοήσαντες, ὅταν τὸ ἐστι τρί-10 τον προσκατηγορῆται ἐν τῇ προτάσει, διαιροῦντες τὴν πρότασιν τὸ εἶναι ἢ μὴ εἶναι τρίτον ὅρων ἡγῶνται εἶναι· οὐ γὰρ ὅρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ ἐστιν, ἀλλὰ προστιθέμενον μὲν σύνδεσις σημαίνει τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου. . . . ὅτι γὰρ μὴ τε ὅρος τὸ ἐστι μήτε ὅρου μέρος, δῆλον εἶναι 15 δοκεῖ ἐκ τοῦ καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντικειμένας ἐκ τῶν αὐτῶν ὅρων συγκεῖσθαι. δοκεῖ δὲ ὅρος γίνεσθαι τὸ ἐστι ὅταν μόνον κεῖται· δοκεῖ γὰρ τότε τὸ ἐστι κατηγορούμενος ὅρος εἶναι. οὐ μὴν ἀλλ' εἰ ἀκριβολογοῖτό τις, οὐδὲ τότε ἐστὶ καθ' αὐτὸ ὅρος τὸ ἐστιν. ἢ γὰρ λέγουσα πρότασις Σω-20 κράτης ἐστιν ἴσον δύναται τῇ Σωκράτης ὢν ἐστιν, ἐν ᾗ γίνεται τὸ ὢν μετὰ τοῦ ἐστίν, ὁ δὲ κατηγορούμενος ὅρος οὗτός ἐστιν. . . . καὶ εἴη ἄν καταλληλότερον ἢ λέξις ἔχουσα, εἰ οὕτως λέγοιτο προστιθεμένου . . εἶναι, ἢ ἄτοπον τὸ μὴδ' ὅλως λέγειν τὸ ἐστιν ἐν ταῖς οὕτως ἔχούσαις προτάσεσι κατηγορεῖσθαι, καὶ ταῦτα 25 Εὐδήμου ἐν τῷ πρώτῳ περὶ λέξεως δεικνύντος τοῦτο διὰ πλειόνων.