Ancient Greek
183.1
Eudemus, Fragmenta 183.1
Unproofread scanNot analysed yet
cod. Paris. ap. Br. p. 146, 24. σύνθηδές ἐστι τῷ Ἀριστοτέλει προσκατηγορούμενον λέγειν τὸ ἔστιν, οἷον ἄνθρωπος φιλοσοφῶν ἔστι· συγκατηγορεῖται γὰρ ἰδοὺ τὸ ἔστι κατὰ τοῦ ἀνθρώπου μετὰ τοῦ φιλοσοφεῖν· ὅπερ δὴ ἐστιν ὁ οὐ βούλονται οἱ περὶ Ἀλέξανδρον λέγειν ὅρον οὐδὲ μέρος προτάσεως, ἀλλὰ συνθέσεως μηδυντικὸν μέρων τῶν ἐν τῇ προτάσει ὅρων . . . Ἀριστοτέλης μὲν οὐν οὕτω φρονεῖ περὶ τοῦ ἔστι καὶ Ἀλέξανδρος, Εὐδῆμος δὲ ἐν τῷ πρώτῳ περὶ λέξεως δείκνυσιν διὰ πλειόνων, ὅτι τὸ ἔστιν ἐν ταῖς ἁπλαῖς προτάσεσι κατηγορεῖται καὶ ὅρος ἔστιν, οἷον Σωκράτης ἔστι, Σωκράτης οὐχ ἔστι.