Ancient Greek
184.1
Eudemus, Fragmenta 184.1
Unproofread scanNot analysed yet
σύνθεσις ὀνομάτων . . ἀνάγκη τὸ διππὸν ἢ ἐν τινι τούτων εἶναι τῶν ὀνομάτων, ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν ἔχομεν . . καὶ τοῦτο ἢ ἐνέργεια ἢ δύναμις ἢ φαντασία· παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερόν τις (ἄν) εὑροὶ ὑπάρχον . . ἐνέργεια μὲν γὰρ τὸ διππὸν ἔχουσι παρὰ τε τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν, καὶ ἐν ὀνόματι μὲν ὁ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν . . . ἐπεὶ δὲ ἔχομεν τὸ ἐνέργεια τε καὶ δύναμις, λείπεται φαντασία, τοῦτο δὲ ἐστὶ τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἐμπροσθεν· φαίνεται γὰρ καὶ τὸ ὄνομα διππὸν οὐχ οὕτως ἔχον, καὶ ὁ λόγος ὁμοίως καὶ οὐ τοσοῦτον καθ' ἕκαστον τῶν προειρημένων· τὰ παραδείγματα λάβοι τις ἂν ἐκ τε τῶν καὶ Εὐδήμου καὶ ἄλλων.