Ancient Greek
185.1
Eudemus, Fragmenta 185.1
Unproofread scanNot analysed yet
Damascius p. 382. ed. Kopp. Ἡ δὲ παρὰ τῷ Περιπατητικῷ Εὐδήμῳ ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὐσα θεολογία πᾶν τὸ νοητὸν ἐσωῆψεν ὡς παντάπασιν ἀρρήτον τε καὶ ἄγνωστον τρόπον κατὰ διέξοδόν τε καὶ ἀπαγγελίαν, ἀπὸ δὲ τῆς νυκτὸς ἐποίησατο τὴν ἀρχήν, ἀφ’ ἧς καὶ ὁ Ὅμηρος, εἰ καὶ μὴ συνεχῆ πεποίηται, τὴν γενεαλογίαν ἵστησιν. οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος, ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Ἠθύος ἄρχεται· φαίνεται γὰρ εἰδὼς καὶ τὴν νύκτα μεγίστην οὕτω θεῶν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν