Ancient Greek
185.2
Eudemus, Fragmenta 185.2
Unproofread scanNot analysed yet
ἄξετο γὰρ μὴ Νυκτὶ δοξὴ ἀποδύμα ρέξοι. ἀλλ’ Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ νυκτός. Ἡσίοδος δὲ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστρῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἠνωμένην παντελῶς φύσιν κεκληέναι Χάος, τὴν δὲ τὴν πρώτην ἐκεῖθεν παράγειν ὡς τινὰ ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν, εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυοῖν ἀρχῶν. τὴν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρουμένην (τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ ὁ Ὀρφεὺς ἐν ταῖς ῥαψωδίαις), τὴν δὲ γῆν ἀντὶ τοῦ πρώτου, ὡς πρώτην ἐν στερεᾷ τινι καὶ οὐσιώδει καταστήματι παγείσαν, τὸν Τάρταρον ἀντὶ τοῦ μέσου, ὡς ἤδη πως εἰς διάκρισιν παρακεκινημένον.