Ancient Greek
187.2
Eudemus, Fragmenta 187.2
Unproofread scanNot analysed yet
Τῶν δὲ βαρβάρων εἴκασιν Βαβυλώνιοι μὲν τὴν μίαν τῶν ὅλων ἀρχὴν σιγῇ παριέναι, δύο δὲ ποιεῖν Ταυθὲ καὶ Ἀπασῶν, τὸν μὲν Ἀπασῶν ἄνδρα τῆς Ταυθὲ ποιῶντες, ταύτην δὲ μητέρα θεῶν ὀνομάζοντες, ἐξ ὧν μονογενῆ παῖδα γεννηθῆναι τὸν Μωῦμιν, αὐτὸν οἴμαι τὸν νοητὸν κόσμον ἐκ τῶν δυοῖν ἀρχῶν παραγόμενον. ἐκ δὲ τῶν αὐτῶν ἄλλην γενεὰν προελθεῖν Δαγὴν καὶ Δαχόν, εἶτα αὐ τρίτην ἐκ τῶν αὐτῶν Κισσαρὴ καὶ Ἀσσαυρόν, ἐξ ὧν γενεσθαι τρεῖς Ἀνὸν καὶ Ἰλλωνὸν καὶ Ἀόν, τοῦ δὲ Ἀοῦ καὶ Δαύχης υἱὸν γενέσθαι τὸν Βήλον, ὃν δημιουργὸν εἶναι φασιν.