Ancient Greek
187.3
Eudemus, Fragmenta 187.3
Unproofread scanNot analysed yet
Μῆγοι δὲ καὶ πᾶν τὸ ἀρειῶν γένος, ὡς καὶ τοῦτο γράφει ὁ Εὐδήμος, οἱ μὲν Τόπον, οἱ δὲ Χρόνον καλοῦσι τὸ νοητὸν ἅπαν καὶ τὸ ἡνωμένον, ἐξ οὗ διακριθῆναι ἢ θεὸν ἀγαθὸν καὶ δαίμονα κακόν, ἢ φῶς καὶ σκότος πρὸ τούτων, ὡς ἐνίοις λέγειν. οὕτω δ’ οὖν καὶ αὐτοὶ μετὰ τὴν ἀδιάκριτον φύσιν διακρινομένην ποιοῦσι τὴν διττὴν συστοιχίαν τῶν κρειττόνων, τῆς μὲν ἡγεῖσθαι τὸν Ὀρομάσδην, τῆς δὲ τὸν Ἀρειμάνιον.