Ancient Greek
187.4
Eudemus, Fragmenta 187.4
Unproofread scanNot analysed yet
Σιδώνιοι δὲ κατὰ τὸν αὐτὸν συγγραφέα περὶ πάντων Χρόνον ὑποτιθένται καὶ Πόδον καὶ Ὀμίχλην, Πόδου δὲ καὶ Ὀμίχλης μεγέντων ὡς δυεῖν ἀρχαῖν Ἄέρα γενέσθαι καὶ Ἄθραν, ἄερα μὲν ἄκρατον τοῦ νοητοῦ παραδηλοῦντες, ἄθραν δὲ τὸ ἐξ αὐτοῦ κινούμενον τοῦ νοητοῦ ζωτικὸν προτύπωμα. πάλιν δὲ ἐκ τούτων ἀμφοῖν Ὄτον γεννηθῆναι κατὰ τὸν νοῦν οἴμαι τὸν νοητόν. ὡς δὲ ἐξωθεν Εὐδήμου τὴν Φοινίκων εὑρίσκομεν κατὰ Μώχον μυθολογίαν, Αἰθὴρ ἦν τὸ πρῶτον καὶ Ἄηρ αἱ δύο αὐται ἀρχαὶ . . .