Ancient Greek
30.4 to 31.1
Eudemus, Fragmenta 30.4-31.1
Unproofread scanNot analysed yet
καὶ εἰκὸς μὲν ἦν τὸν Ζήνωνα ὡς ἐφ’ ἕκαστον γυμναστικῶς ἐπιχειροῦντα (διὸ καὶ ἀμφοτερόγλωσσος λέγεται) καὶ τοιούτους ἐκφέρειν λόγους περὶ τοῦ ἕνὸς ἀποροῦντα, ἐν μέντοι τῷ συγγράμματι αὐτοῦ πολλὰ ἔχοντι ἐπιχειρήματα καθ’ ἕκαστον δεῖκνυσιν ὅτι τῷ πολλὰ εἶναι λέγοντι συμβαίνει τὰ ἐναντία λέγειν. Aristoteles I, 3. τὸν τε οὖν τρόπον τοῦτον ἐπιῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἕν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι λύειν οὐ χαλεπόν· ἀμφοτέροι γὰρ ἐριστικῶς συλλογίζονται καὶ Μέλισσος καὶ Παρμενίδης· καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ ἀσυλλόγιστοι εἰσιν αὐτῶν οἱ λόγοι· μᾶλλον δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐχ ἔχων ἀπορίαν, ἀλλ’ ἑνὸς ἀτόπου δοθέντος τὰλλα συμβαίνει, τοῦτο δὲ οὐδὲν χαλεπόν. ὅτι μὲν οὖν παγαλογίζεται Μέλισσος, δῆλον· οἶεται γὰρ εἰληφέναι, εἰ τὸ γενόμενον ἔχει ἀρχὴν ἅπαν, ὅτι καὶ τὸ μὴ γενόμενον οὐκ ἔχει.