Ancient Greek
31.2
Eudemus, Fragmenta 31.2
Unproofread scanNot analysed yet
Simplicius fol. 22b. ἐν δὴ τούτοις πρῶτον εὐθύνει τὸν πρῶτον λόγον τὸν λέγοντα, εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, κἄν τούτῳ πρῶτον μὲν ἐλέγχει τὸ ἀσυλλόγιστον, εἴτ’ αὐτὸ τὸ ψεῦδος αἰτιᾶται τῶν λημμάτων . . . . τὸ μὲν οὖν ἀσυλλόγιστον ἐκ τοῦ τὴν ἀκολουθίαν ἀνάπαλιν ἢ ἔχρην λαβεῖν ἠτιάσατο. οὐ γὰρ ἑπεται τῷ τὸ γενόμενον ἀρχὴν ἔχει τὸ τὸ μὴ γενόμενον ἀρχὴν μὴ ἔχειν, ἀλλὰ τὸ τὸ μὴ ἔχον ἀρχὴν οὐ γέ-10 γονεν . . . λαβὼν δὲ ὁ Μέλισσος, ὅτι τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, καὶ προδειξας ὅτι τὸ ὃν οὐ γέγονεν· οὔτε γὰρ ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος αὐτὸ γενέσθαι δυνατόν, συνήγαγεν ὅτι τὸ ὃν ἀρχὴν οὐκ ἔχει. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι καὶ ἡ ἀπὸ τοῦ ἡγουμένου ἀντιστροφὴ ἀληθὴς ἐστι πολλάκις ἐφ’ ὧν ἐξισάζει τὸ ἐπό-15 μενον τῷ ἡγουμένῳ· εἰ γὰρ ἄνθρωπος, ζῷον λογικὸν θνητόν, καὶ εἰ μὴ ἄνθρωπος, οὐ ζῷον λογικὸν θνητόν. ἀλλ’ ἐπὶ τούτων ὧν ἔλαβεν ὁ Μέλισσος οὐ δοκεῖ ἐξισάζειν. κἄν γὰρ τὸ γενόμενον πᾶν ἀρχὴν ἔχῃ τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένον ὄν, ἀλλὰ τὸ πεπερασμένον οὐ πᾶν γέγονεν, ὡς ἥλιος καὶ σελήνη καὶ οὐρανός. 20 ὁ μέντοι Εὐδήμους καὶ διὰ τούτων τῶν λημμάτων οὐδὲν ἄλλο δεῖκνυσθαι φησιν ἢ ὅπερ ἐξ ἀρχῆς, ὅτι τὸ ὃν ἀγέννητόν ἐστιν· ἢ γὰρ ὀρθὴς ἀντιστροφὴ ἐστι τὸ μὴ ἔχον ἀρχὴν ἀγέννητόν ἐστι, τὸ δὲ ὃν οὐκ ἔχει ἀρχὴν. λέγει δὲ οὕτως