Ancient Greek
33.3
Eudemus, Fragmenta 33.3
Unproofread scanNot analysed yet
καὶ οὕτω αἱ μὲν προτάσεις ἐλήφθησαν ἀληθῶς. καὶ ἡ ἀντιστροφή δὲ ἐπὶ τῶν ἐξισαζόντων οὐ καλοῦται ἀπὸ τοῦ ἡγουμένου 20 γίνεσθαι, ὡς ὅταν εἴπωμεν εἰ ἄνθρωπός ἐστι, καὶ ζῷον λογικὸν θνητὸν ἐστι, καὶ εἰ μὴ ἄνθρωπος, οὐδὲ ζῷον λογικὸν θνητόν. εἰ τοίνυν τὸ γεννητὸν ἐξισάζει πρὸς τὸ ἀρχὴν ἔχον καὶ τέλος, οὐδὲν διαφέρει καὶ ἀπὸ τοῦ ἡγουμένου ἀντιστρέφαι. ἐξισάζει γὰρ τὸ ἀγέννητον τῷ ἀρχὴν μὴ ἔχοντι, οὐκέτι τοῦ κατὰ τὸν 25 οὐρανὸν καὶ ὅλως τὰ αἰτία σώματα παραδειγματος ἐνυγλούντος ἡμᾶς. ἀγέννητα γὰρ ταῦτα οὐχ ὡς ἄμερῃ, ἀλλ’ ὡς μὴ ἀπ’ ἀρχῆς χρόνου γεγεννημένα. ἐγκαλεῖται δὲ ὁ Μέλισσος καὶ ὡς τῆς ἀρχῆς πολλαχῶς λεγομένης ἀντὶ τῆς κατὰ χρόνον ἀρχῆς ἥτις ὑπάρχει