Ancient Greek
34.1
Eudemus, Fragmenta 34.1
Unproofread scanNot analysed yet
τῷ γεννητῷ τὴν κατὰ τὸ πρᾶγμα λαβὼν, ἥτις καὶ τοῖς ἀθρόως μεταβάλλουσιν οὐχ ὑπάρχει. εἶναι δὲ αὐτὸς καὶ πρὸ τοῦ Ἀριστοτέλους τεθεάσθαι καλῶς, ὅτι πᾶν σῶμα καὶ τὸ αἰῶν πεπερασμένον ὑπάρχον πεπερασμένην ἔχει δύναμιν καὶ ὅσον ἐφ’ ἑαυτῷ ἀεὶ ἐν τέλει χρόνου ἐστίν, διὰ δὲ τὴν ἀεικίνητον τοῦ παρὰγοντος ἐπιστάσιαν καὶ ἐν ἀρχῇ ἀεὶ ἐστι καὶ αἰῶν ὑπάρχει, ὥστε τὸ κατὰ μέγεθος ἀρχὴν καὶ τέλος ἔχον καὶ κατὰ χρόνον ἔχει ταῦτα καὶ ἀνάπαλιν. τὸ γὰρ ἀρχὴν ἔχον χρόνου καὶ τέλος οὐχ ἅμα πᾶν ἐστίν. διὸ ποιεῖται τὴν μὲν ἀπόδειξιν ἀπὸ τῆς κατὰ 10 χρόνου ἀρχῆς καὶ τελευτῆς. ἀναρχον δὲ οὕτω καὶ ἀτελεύτητον οὐ φησιν εἶναι ὁ μὴ πᾶν ἐστι, τούτεστι ὁ μὴ ἅμα ὅλον ἐστίν, ὅπερ τοῖς ἀμερεσὶν ὑπάρχει καὶ τῷ ὄντι ἀπειροῖς, τῷ δὲ γε ἀπλῶς ὄντι καὶ κυριώτατα· τῷ γὰρ ὄντι πᾶν ἐκεῖνό ἐστι. λέγει δὲ ταῦτα οὕτως ὁ Μέλισσος·