Ancient Greek
34.2
Eudemus, Fragmenta 34.2
Unproofread scanNot analysed yet
15 ὅτε τοίνυν οὐχ ἐγένετο ἐστι δὲ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται, καὶ ἀρχὴν οὐχ ἔχει, οὐδὲ τελευτὴν, ἀλλ’ ἀπειρόν ἐστιν· εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἂν εἴχεν· ἤρξατο γὰρ ἂν ποτε γινόμενον, καὶ τελευτὴν· ἐτελεύτησε γὰρ ἂν ποτε γινόμενον. εἰ δὲ μήτε ἤρξατο μήτε ἐτελεύτησεν, ἀεὶ τε ἦν καὶ ἀεὶ ἔσται οὐχ ἔχον ἀρχὴν οὐδὲ τελευτὴν· οὐ γὰρ ἀεὶ εἶναι ἀνωστὸν ὅτι μὴ πᾶν ἐστι.