Ancient Greek
37.3
Eudemus, Fragmenta 37.3
Unproofread scanNot analysed yet
Παρμενίδης δὲ οὐ φαίνεται δεικνύειν ὅτι ἐν τὸ ὃν, οὐδ᾽ εἴ τις αὐτῷ συγχωρήσειε μοναχῶς λέγεσθαι τὸ ὃν, εἰ μὴ τὸ ὃν ἐν τῷ τί κατηγορούμενον ἕκαστον ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος, καὶ ἀποδιδομένων τῶν λόγων καθ᾽ ἕκαστον ἐνυπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἀπασιν εἰς καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζῴου ἐν τοῖς ζῴοις. ὥσπερ δὲ εἴ πάντα εἴη τὰ ὄντα καλά· καὶ μηδὲν εἴη λαβεῖν ὃ οὐχ ἔστι καλόν, καλά μὲν ἔσται πάντα, οὐ μὴν ἐν γε τὸ καλόν, ἀλλὰ πολλά· τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται, τὸ δὲ ἐπιτήδευμα, τὸ δὲ ὁτιδήποτε, οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται ἀλλ᾽ οὐχ ἐν οὐδὲ ταυτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν ἀγασθείη τίς ἂν ἀναξιόπιστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τούτων