Ancient Greek
38.1
Eudemus, Fragmenta 38.1
Unproofread scanNot analysed yet
ἀπατηθέντος, ἂ οὔπω τότε διεσώφεῖτο; οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδεὶς, ἀλλὰ Πλάτων πρῶτος τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ' αὐτὸ καὶ κατὰ συμβεβηκός, φαίνεται τε ὑπὸ τούτων διαφευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογίζεσθαι· οὐ γὰρ συνεχώρεῖτο εἰ μὴ φαίνοιτο ἀναγκαῖον, οἱ δὲ πρότεροι ἀναποδείκτως ἀπεφαίνοντο.