Ancient Greek
49.1
Eudemus, Fragmenta 49.1
Unproofread scanNot analysed yet
Simplicius fol. 72. τοσούτων οὖν ὄντων τῶν αἰτίων λέγει ὁ Eὐδημος, ὅτι τὸ μὲν ὑποκείμενον καὶ τὸ κινοῦν πρῶτως πάντες ἠτιῶντο, τὴν δὲ μορφὴν πολλοί, τὸ δ' οὐ ἕνεκα ἐλάττονες καὶ ἐπὶ μικρόν. ἡμῖν δὲ τῶν πλειόνων τοῦτο φαίνεται αἴτιον· φαίνεται γὰρ πολὺχουν εἶναι καὶ γὰρ αἱ ἡμέτεραι πράξεις σχεδὸν ἅπασαι τινὸς ἕνεκα γίνονται καὶ τοῦ ἀγαθοῦ. εἰ γὰρ ποτε πυρετὸν ὁ ἰατρὸς παρασκευάζει κακὸν ἀπλῶς ἢν, ἀλλ' ὅτε γε παρασκευάζει ὡς ἀγαθὸν ποιεῖ. ὁμοίως δὲ καὶ ὁ δι' εὐλάβειαν μειζόνων κακῶν ἐλαττον αἱρούμενος τἀγαθὸν πορίζεται, ὥσπερ ὁ τὸν θάνατον ἀνθ' ἑτέρων κακῶν αἱρούμενος· τινᾶντα γὰρ τινες σο-10 φίζονται. λύειν δὲ αὐτὰ βέλτιον ἴσως καὶ ῥᾳδίως ἐστι.