Ancient Greek
49.2
Eudemus, Fragmenta 49.2
Unproofread scanNot analysed yet
Simplicius fol. 73 b. ad Aristot. II, 4. εἰπὼν τίνα τε καὶ πῶσα τὰ αἴτια καὶ τίνες τρόποι καὶ διαφοραὶ θεωροῦνται καθ' ἕκαστον, ἐπειδὴ λέγεται καὶ ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια καὶ πολλὰ καὶ εἶναι καὶ γίνεσθαι διὰ τύχην καὶ τὸ αὐτόματον, ἀκολουθῶν 15 ἤν ζητεῖν, εἰ ἔστι καὶ τί ἔστι καὶ ὑπὸ τί τῶν εἰρημένων αἰτίων ἀνάγεται ταῦτα. οὐ μάτην δὲ εἴπεν ὁ Ἀριστοτέλης λέγεσθαι ταῦτα. καὶ γὰρ οἱ μὲν πολλοὶ καὶ αὐτόθεν οἴονται πολλῶν αἰτίων εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον, οἱ δὲ φυσιολόγοι κἂν μὴ λέγωσιν τι περὶ αὐτῆς, ἀλλ' οὐν ὡς οὕση χρῶνται καὶ ὀνομάζουσι. 20 καὶ γὰρ Ἐμπεδοκλῆς ἐν οἷς φησιν