Ancient Greek
55.1
Eudemus, Fragmenta 55.1
Unproofread scanNot analysed yet
συγνοεῖν, ἀλλὰ τὴν μὲν κατὰ τύπων μεταβολὴν ἄτε ὑπ’ αἰσθήσεων τοῦ τόπου πίπτοντος ὁμολογεῖν, τὴν δὲ κατὰ χρόνον ἀπαλορεύειν ὡς οὐχ ὁρωμένου τοῦ χρόνου. καίτοι χρήν ἐννοεῖν ὅτι δρά τι ἐκάστοτε εἰς ἡμᾶς ὁ χρόνος καὶ ὥσπερ ἀπὸ λευκοῦ εἰς μέλαν μεταβάλλομεν, οὕτως ἀπὸ τοῦ περυσινoῦ πάθους εἰς τὸ ττηινόν, οὐ καθὸ ἀπὸ πάθους εἰς πάθος ἢ μεταβολὴ οἷον ἀπὸ νεότητος εἰς γῆρας, κατὰ τὴν τοῦ σώματος ἀλλοίαν διάθεσιν, ἀλλὰ κατὰ τὴν χρονικὴν συνέμφασιν τοῦ περυσινoῦ καὶ τοῦ ττηινoῦ· μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Εὐδήμος ὁ γνωστότατος τῶν ’Αριστοτέλους ἐταίρων λέγων ἐν τῷ δευτέρῳ τῶν φυσικῶν μετὰ τὸ 10 εἰπεῖν τὰς ἄλλας τέτταρας κινήσεις·