Ancient Greek
55.2
Eudemus, Fragmenta 55.2
Unproofread scanNot analysed yet
καὶ γὰρ τὸ ποτὲ τοῖς δυνατοῖς ἢ δύναται, συμβαίνει κινουμένοις. πάντα γὰρ ἐν χρόνῳ κινεῖται. εἰ μὴ ἄρα λέγω τις ἐν χρόνῳ εἶναι, ἀλλὰ μὴ κατὰ χρόνον τὴν 15 κίνησιν. σημεῖον δὲ φασί τινες τοῦ μηδεμίας εἶναι κατὰ χρόνον ἰδίως κίνησιν καὶ μηδεμίας εἶναι κατὰ χρόνον ἡρεμίαν· οὐδὲ γὰρ ὁ χρόνος οὐδεὶς οὐδενὶ ὁ αὐτός, ἀλλ’ ἀεὶ ὁ ἐπιὼν ἕτερος, ὥστε οὐκ ἔστιν τὸ διαμένον ἐν τῷ αὐτῷ χρόνῳ, τὸ δὲ ἐν τῷ αὐτῷ τόπῳ ἐστὶ καὶ ἐν τῇ αὐτῇ ποιότητι. ἀλλ’ ἐπισκεπτέον μήποτε 20 τοῦτο τοῦ ἐναντίου σημείων ἐστιν. εἰ γὰρ χρόνος οὐδεὶς οὐδενὶ ὁ αὐτός, ἀλλ’ ἀεὶ ὁ ἐπιὼν ἕτερος, δῆλον ὅτι ὁ χρόνος ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχει. πῶς οὖν τὸ ἐν τῷ χθεσινῷ χρόνῳ ὅταν ἐν τῷ σημερινῷ γένηται, οὐχ ἂν λέγοιτο κατὰ χρόνον μεταβάλλειν, κἂν ἐφθαρται ὁ χθεσινὸς χρόνος. ’Αλλὰ δὴ 25 καὶ κατὰ τὸ κεῖσθαι, εἴπερ τοῦ κεῖσθαι διαφορά τὸ ὑπτιον καὶ τὸ πρῆνες καὶ ταῦτα ἐναντία ἀλλήλοις, διὰ τί μὴ λέγοιτο ἂν κατὰ θέσιν μεταβάλλειν τὸ ἐξ ὑπτίου εἰς τὸ πρῆνες μεθιστάμενον; . . . ὁμοίως δὲ καὶ ὁ ἀπὸ τοῦ ὠπλισθαι ἐπὶ τὸ ἄοπλον μεταβαλὼν διὰ τί μὴ λέγοιτο ἂν κατὰ τὸ ἔχειν μεταβάλλειν; καὶ 30 ἐν αἷς μὲν κατηγορίαις ἐστὶν ἐναντίωσις, διὰ τί μὴ καὶ κινεῖσθαι