Ancient Greek
56.2 to 56.8
Eudemus, Fragmenta 56.2-8
Unproofread scanNot analysed yet
οἰκειώτερον δὲ ὅπερ καὶ λέγομεν καὶ ἔστιν, ἐνέργειαν τοῦ 10 δυνάμει κινητοῦ ἢ κινητὸν, κατὰ γένος ἕκαστον τῶν κατηγοριῶν οἷον οὐσίας, ποσοῦ, ποιoῦ, φορητοῦ, τῶν ἄλλων. οὕτω γὰρ ἀλλοιώσεις, αὔξήσεις, φθορά, γένεσις καὶ αἱ ἐναντίαι ταύταις. ἐν τῷ τρίτῳ δὲ οἷμαι σαφέστερον ταῦτα γέγραψεν· 15 ἐν μὲν τῷ ἀφορισμῷ τῆς κινήσεως τοσαῦτά φαμεν αὐτῆς εἴδη, ὅσαι κατηγορίαι· τὴν γὰρ τοῦ δυνάμει ὄντος ἢ τοσοῦτον ἐντελέχειαν κίνησιν. καὶ τοῦτο δὲ ἐν τῷ αὐτῷ βιβλίῳ φησί· τοῦ δὲ πρὸς τι κίνησις τοῦ μὲν κατὰ λόγον οὐκ ἔστι, τοῦ 20 δὲ κατὰ δύναμιν ἔστιν· ἡ γὰρ ἐνέργεια κινήσεις τε καὶ καθ' αὐτό. ἀλλὰ ταῦτα μὲν ἐπὶ πλέον ζητητέον τὴν Ἀριστοτέλους γνώμην ἀνιχνευόντων ἡμῶν.