Ancient Greek
57.1
Eudemus, Fragmenta 57.1
Unproofread scanNot analysed yet
Aristotel. III, 2. ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι, καὶ ἐκ τοῦ μὴ ῥάδιον εἶναι διωρίσαι ἄλλως αὐτήν. οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει δεῖναι δύνατ' ἂν τις. δῆλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτήν ἔνιοι ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον εἶναι οὔτ' ἂν ἕτερα ἢ οὔτ' ἂν ἄνισα οὔτ' ἂν οὐκ ὄντα. ἀλλ' οὐδ' ἡ μεταβολὴ οὔτ' εἰς ταῦτα οὔτ' ἐκ τούτων μᾶλλον ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων. αὐτῶν δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι ἡ κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικὰ εἶναι ἀόριστα· οὔτε γὰρ τόδε οὔτε τοῦνδε οὐδεμία αὐτῶν ἐστιν ὅτι οὐδὲ τῶν ἄλλων κατηγοριῶν.