Ancient Greek
62.1
Eudemus, Fragmenta 62.1
Unproofread scanNot analysed yet
Ἀρχύτας δὲ ὡς φησιν Εὔδημος, οὕτως ἠρώτα τὸν λόγον· ἐν τῷ ἑσχάτῳ ἤκουν τῷ ἀπλανεῖ οὐρανοῦ γεγόμενος, πότερον ἐκτείναιμι ἂν τὴν χεῖρα ἢ τὴν ῥάβδον εἰς τὸ ἔξω ἢ οὐχ ἂν; τὸ μὲν οὖν μὴ ἐκτείνειν, ἄτοπον· εἰ δὲ ἐκτείνω, ἤτοι σῶμα ἢ τόπος τὸ ἔκτὸς ἔσται. διοίσει δὲ οὐδὲν ὡς μαθησόμεθα. ἀεὶ οὖν βαδίζεται τὸν αὐτὸν τρόπον ἐπὶ τὸ ἀεὶ λαμβανόμενον πέρας καὶ ταῦτόν ἐρωτήσει. καὶ εἰ ἀεὶ ἕτερον ἔσται ἐφ’ ἧ ἡ ῥάβδος, δηλονότι καὶ ἄπειρον. καὶ εἰ μὲν σῶμα, δέδειχται τὸ προκείμενον· εἰ δὲ τόπος, ἔστι δὲ τόπος τὸ ἐν ᾧ σῶμά ἐστιν ἢ δύναιτ’ ἂν εἶναι, τὸ δὲ δυνάμει ὡς ἂν χρῆ τιθέναι ἐπὶ τῶν ἀδιδίων, καὶ οὕτως ἂν εἴη σῶμα ἄπειρον καὶ τόπος.